Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.29 Dem. 40.32 (English) >>Dem. 40.35

40.31ἔτι δὲ πάντες ὑμῖν οἱ πρὸς τῷ διαιτητῇ παρόντες μεμαρτυρήκασιν ὡς οὗτος παρὼν αὐτός, ὅτε ἀπεδιῄτησέ μου διαιτητής, οὔτε ἐφῆκεν εἰς τὸ δικαστήριον ἐνέμεινέ τε τῇ διαίτῃ. καίτοι ἄτοπον δοκεῖ μοι εἶναι, εἰ οἱ μὲν ἄλλοι, ὅταν οἴωνται ἀδικεῖσθαι, καὶ τὰς πάνυ μικρὰς δίκας εἰς ὑμᾶς ἐφιᾶσιν, οὗτος δέ μοι περὶ προικὸς δίκην ταλάντου λαχών, ταύτης, ὡς αὐτός φησιν, ἀδίκως ἀποδιαιτηθείσης ἐνέμεινεν. 40.32νὴ Δίʼ, ἀπράγμων γάρ τις ἴσως ἐστὶν ἄνθρωπος καὶ οὐ φιλόδικος. ἐβουλόμην τἄν, ἄνδρες δικασταί, τοιοῦτον αὐτὸν εἶναι. νυνὶ δὲ ὑμεῖς μὲν οὕτως ἐστὲ κοινοὶ καὶ φιλάνθρωποι, ὥστε οὐδὲ τοὺς τῶν τριάκοντα υἱεῖς φυγαδεῦσαι ἐκ τῆς πόλεως ἠξιώσατε· οὗτος δὲ ἐμοὶ μετὰ Μενεκλέους τοῦ πάντων τούτων ἀρχιτέκτονος ἐπιβουλεύσας, καὶ ἐξ ἀντιλογίας καὶ λοιδορίας πληγὰς συναψάμενος, ἐπιτεμὼν τὴν κεφαλὴν <τὴν> αὑτοῦ τραύματος εἰς Ἄρειον πάγον με προσεκαλέσατο, ὡς φυγαδεύσων ἐκ τῆς πόλεως. 40.33καὶ εἰ μὴ Εὐθύδικος ἰατρός, πρὸς ὃν οὗτοι τὸ πρῶτον ἦλθον δεόμενοι ἐπιτεμεῖν τὴν κεφαλὴν αὐτοῦ, πρὸς τὴν ἐξ Ἀρείου πάγου βουλὴν εἶπεν τὴν ἀλήθειαν πᾶσαν, τοιαύτην ἂν δίκην οὗτος εἰλήφει παρʼ ἐμοῦ <τοῦ> μηδὲν ἀδικοῦντος, ἣν ὑμεῖς οὐδὲ κατὰ τῶν τὰ μέγιστʼ ἀδικούντων ὑμᾶς ἐπιχειρήσαιτʼ ἂν ποιήσασθαι. ἵνα δὲ μὴ δοκῶ διαβάλλειν αὐτόν, ἀνάγνωθί μοι τὰς μαρτυρίας.Μαρτυρίαι



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 40.29 Dem. 40.32 (English) >>Dem. 40.35

Powered by PhiloLogic